Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.21 Dem. 30.26 (English) >>Dem. 30.29

30.24διὰ τοῦτο τοῦτον εἵλοντʼ ἐξ ἀνάγκης ψεύδεσθαι τὸν τρόπον. τοιαύταις τέχναις καὶ πανουργίαις, ὡς ἁπλοῖ τινὲς εἶναι δόξοντες, ἡγοῦνται ῥᾳδίως ὑμᾶς ἐξαπατήσειν, ἁπλῶς οὐδʼ ἂν μικρὸν ὑπὲρ τῶν διαφερόντων, ἀλλʼ ὡς οἷόν τʼ ἀκριβέστατα πράξαντες. λαβὲ τὰς μαρτυρίας αὐτοῖς ὧν ἐναντίον ἀπεκρίναντο, καὶ ἀνάγνωθι.Μαρτυρίαι

30.25φέρε δή, ἄνδρες δικασταί, καὶ τὴν γυναῖχʼ ὑμῖν ἀποδείξω λόγῳ μὲν ἀπολελοιπυῖαν, ἔργῳ δὲ συνοικοῦσαν Ἀφόβῳ· νομίζω γάρ, ἂν τοῦτʼ ἀκριβῶς μάθητε, μᾶλλον ὑμᾶς τούτοις μὲν ἀπιστήσειν, ἐμοὶ δʼ ἀδικουμένῳ τὰ δίκαια βοηθήσειν. μάρτυρας δὲ τῶν μὲν ὑμῖν παρέξομαι, τῶν δʼ ἐπιδείξω μεγάλα τεκμήρια καὶ πίστεις ἱκανάς. 30.26ἐγὼ γάρ, ἄνδρες δικασταί, μετὰ τὸ γεγράφθαι παρὰ τῷ ἄρχοντι ταύτην τὴν γυναῖκʼ ἀπολελοιπυῖαν καὶ τὸ φάσκειν Ὀνήτορʼ ἀντὶ τῆς προικὸς ἀποτετιμῆσθαι τὸ χωρίον, ὁρῶν Ἄφοβον ὁμοίως ἔχοντα καὶ γεωργοῦντα τὴν γῆν καὶ τῇ γυναικὶ συνοικοῦντα, σαφῶς ᾔδειν ὅτι λόγος ταῦτα καὶ παραγωγὴ τοῦ πράγματός ἐστιν. 30.27βουλόμενος δʼ ἐμφανῆ ποιῆσαι ταῦτα πᾶσιν ὑμῖν, ἐξελέγχειν αὐτὸν ἠξίουν ἐναντίον μαρτύρων, εἰ μὴ φάσκοι ταῦθʼ οὕτως ἔχειν, καὶ παρεδίδουν οἰκέτην εἰς βάσανον, ὃς συνῄδει πάντʼ ἀκριβῶς· ὃν ἔλαβον κατὰ τὴν ὑπερημερίαν ἐκ τῶν Ἀφόβου. οὗτος δʼ ἐμοῦ ταῦτʼ ἀξιώσαντος, περὶ μὲν τοῦ συνοικεῖν Ἀφόβῳ τὴν ἀδελφὴν ἔφυγε τὴν βάσανον· ὡς δʼ οὐκ ἐκεῖνος ἐγεώργει τὴν γῆν, οὐκ ἐδύνατʼ ἀρνηθῆναι διὰ τὴν περιφάνειαν, ἀλλὰ προσωμολόγησεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.21 Dem. 30.26 (English) >>Dem. 30.29

Powered by PhiloLogic